Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.69 Joseph. AJ 11.74 (English) >>Joseph. AJ 11.79

11.72τὸ δὲ τῶν θεραπόντων πλῆθος εἵπετο τοῖς ἀναβαίνουσιν εἰς Ἱεροσόλυμα ἑπτακισχιλίων τριακοσίων τριακονταεπτά, ψάλται δὲ καὶ ψάλτριαι διακόσιοι τεσσαρακονταπέντε, κάμηλοι τετρακόσιαι τριακονταπέντε, ὑποζύγια πεντακισχίλια πεντακόσια εἰκοσιπέντε. 11.73ἡγεμὼν δὲ τῆς κατηριθμημένης πληθύος ἦν Σαλαθιήλου παῖς Ζοροβάβηλος ἐκ τῶν υἱῶν ὢν τῶν Δαυίδου γεγονὼς ἐκ τῆς Ἰούδα φυλῆς, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδέκου τοῦ ἀρχιερέως. πρὸς τούτοις Μαρδοχαῖος καὶ Σερεβαῖος ἐκ τοῦ πλήθους κεκριμένοι ἄρχοντες ἦσαν, οἳ καὶ συνεβάλοντο μνᾶς μὲν χρυσίου ἑκατὸν ἀργύρου δὲ πεντακισχιλίας. 11.74οὕτως μὲν οὖν οἵ τε ἱερεῖς καὶ οἱ Λευῖται καὶ μέρος τι τοῦ παντὸς λαοῦ τῶν Ἰουδαίων, ὃς ἦν ἐν τῇ Βαβυλῶνι, κατῳκίσθησαν εἰς τὰ Ἱεροσόλυμα· τὸ δὲ ἄλλο πλῆθος εἰς τὰς ἰδίας ἀνεχώρησεν πατρίδας. 11.75

Ἑβδόμῳ δὲ μηνὶ τῆς ἀπὸ Βαβυλῶνος αὐτῶν ἐξόδου περιπέμψαντες τε ἀρχιερεὺς Ἰησοῦς καὶ Ζοροβάβηλος ἄρχων τοὺς ἀπὸ τῆς χώρας συνήγαγον εἰς Ἱεροσόλυμα πανδημεὶ μηδὲν προθυμίας ἀπολιπόντες, 11.76κατεσκεύασάν τε θυσιαστήριον ἐφʼ οὗ καὶ πρότερον ἦν ᾠκοδομημένον τόπου, ὅπως τὰς νομίμους ἀναφέρωσι θυσίας ἐπʼ αὐτοῦ τῷ θεῷ κατὰ τοὺς Μωυσέως νόμους. ταῦτα δὲ ποιοῦντες οὐκ ἦσαν ἐν ἡδονῇ τοῖς προσχωρίοις ἔθνεσιν πάντων αὐτοῖς ἀπεχθανομένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.69 Joseph. AJ 11.74 (English) >>Joseph. AJ 11.79

Powered by PhiloLogic